Welcome to AKWN
the site of world news in Ancient Greek
After 10 years of existence, AKWN was migrated in August 2012 to this new site in order to allow Greek texts to be uploaded as real texts instead of as images. Please go to "General information" to read more about this new stage of AKWN. Please feel free to tell me your opinion about font size, etc.
Juan Coderch (University of St Andrews)
NOTE: I have published a new book, Vergil's Aeneid rephrased in prose. Vergil's own words, with vocabulary help. I you want to download a free
PDF, please go to my other website:
http://coderch-greek-latin-grammar.weebly.com

Ἡ Χάγη
20 Μαίου 2024
Ὁ πρόεδρος ὁ τοῦ Διεθνοῦς Ποινικοῦ Δικαστηρίου ὃς τὰ ἐν πολέμῳ πεπραγμένα ἀδικήματα καὶ τὰς γενοκτονίας δικάζει ἐκέλευσε τήμερον τὸν τοῦ Ἰσραῆλ πρωθυπουργὸν Νετανιάχου καὶ τὸν τῆς Χαμᾶς ἄρχοντα Ἰάχια Σινβὰρ καθειργνύναι, κατὰ γὰρ τοῦτο τὸ δικαστήριον οἱ δύο ἄρχοντες αἴτιοι ἀδικημάτων εἰσὶν ἐξ οὗ τῷ 7ῳ Ὀκτωβρίου ὁ ἐν τῇ Γάζῃ πόλεμος ἤρξατο.
πῶς γὰρ οὔ, τὴν μὲν σύλληψις κελεύειν ῥᾷστόν ἐστιν, αὐτοὺς δὲ λαβεῖν ἄλλο τί ἐστιν, τὸ δὲ ἐρώτημα ὃ πάντες νῦν ἐρωτῶσι τὸ αὐτό ἐστιν· τίς καθείρξει αὐτούς;

Σλοβακία
18 Μαίου 2024
Ὁ τῆς Σλοβακίας πρωθυπουργὸς Ῥοβέρτος Φίκο, ὃς προχθὲς ὑπὸ ἀνδρός τινος (ἐν τῇ φωτογραφίᾳ) ἐπυροβολήθη, ἔτι ἐν τῷ νοσοκομείῳ διαμένει, λέγουσι δὲ οἱ ἰατροὶ ὅτι διὰ τὴν δευτέραν χειρουργίαν οὐκέτι ἐν θανάτου κινδύνῳ κεῖται, καὶ εἰ ἡ κατάστασις οὔπω ἐᾷ πρὸς τὴν πρωτεύουσαν Βρατισλάβα αὐτὸν εἰς ἄμεινον νοσοκομεῖον κομίζειν.
ὁ τῷ Ρ. Φ. ἐπιθέμενος συγγραφεύς τις ἐστι Juraj Cintula καλούμενος, ἑβδομήκοντα ἓν ἔτη γεγονώς, εἶπε δὲ ὅτι “τοῦτο ἐποίησα διότι τῇ τῶν τῆς ἐμῆς χώρας ἀρχόντων πολιτικῇ οὐχ ὁμολογῶ.“

Γεωργία
15 Μαίου 2024
Διαμένει ἡ ἐν τῇ Γεωργίᾳ ταραχή, ἡ δὲ πρωτεύουσα πόλις Τβιλίσι ὁμοία ἔτυχεν οὖσα χθὲς μάχῃ τινί, χθὲς γὰρ ἡ βουλὴ ἐδέξατο τὸν οὕτω καλούμενον “ Ῥωσικὸν νόμον “ ᾧ οἱ πλεῖστοι τῶν τῆς χώρας πολιτῶν ἀνθίστανται· κατὰ μὲν τὸν πρωθυπουργὸν Irakli Kobakhidze οὗτος ὁ νόμος τὴν ἀναγκαίαν κατάστασιν παρέχει ἵνα ἡ Γεωργία εἰς τὴν Εὐρωπαικὴν Ἕνωσιν εἰσβαίνῃ, κατὰ δὲ τοὺς ἀνθισταμένους ὁ νόμος πράττει ὅπως ἡ Γεωργία τῇ Ῥωσίᾳ πλησιάσῃ.
ἡ τῆς χώρας πρόεδρος, ἡ Salomé Zourabichvili, οὐδαμῶς τῷ ἐν τῇ ἀρχῇ κόμματι ὁμολογοῦσα, εἶπεν ὅτι τὸν νόμον ἀπειπεῖν πειράσοι, ἀλλὰ τὸ ἐν τῇ ἀρχῇ κόμμα Γεωργιανὸς Ὄνειρος ἱκανοὺς βουλευτὰς ἔχει ὥστε ταύτην τὴν ἀπόρρησιν κωλύειν.

13 Μαίου 2024
Χθὲς ἐν τῇ Γεωργίᾳ πολλοὶ πολῖται ὑπὸ τῶν φυλάκων καθείρχθησαν ἅτε νέῳ τινὶ νόμῳ ἀνθιστάμενοι ὃν πάντες ἤδη “τὸν Ῥωσικὸν νόμον“ καλοῦσιν, ὁμοιότατος γάρ ἐστι τῷ νόμῳ ᾧ χρῶνται οἱ τῆς Ῥωσίας ἄρχοντες ἵνα τοὺς τῇ αρχῇ ἀνθισταμένους ἐξετάζωσιν. κατὰ μὲν τοὺς τῆς Γεωργίας ἄρχοντας δεῖ τοῦτον τὸν νόμον ἀποδέχεσθαι διότι οἱ τῇ ἀρχῇ ἀνθιστάμενοι χρήματα ἀπὸ ξήνων χωρῶν δέχονται, ὃ ἐξετάζειν χρή, κατὰ δὲ τοὺς διαδηλωτὰς τοῦτο μὲν μόνον πρόφασίς ἐστιν ἵνα οἱ ἄρχοντες τοὺς τῇ ἀρχῇ ἀνθισταμένους κατέχειν δύνωνται, φοβοῦνται δὲ μὴ αὖθις ὑπὸ τῇ Ῥωσίᾳ κέωνται.

Εὐρωπαικὴ Ἕνωσις
10 Μαίου 2024
Κατὰ τὰ τῷ Ἰοσέφῳ Βορρὲλ (τῷ τῆς Εὐρωπαικῆς Ἑνώσεως περὶ τὰ ἐξωτερικὰ φερεφόνῳ) εἰρημένα, τῇ 21ῃ τούτου τοῦ μηνὸς ἔνιαι τῆς Εὐρωπαικῆς Ἑνώσεως χῶραι τὴν Παλαιστίναν ὡς αὐτόνομον χώραν δέξονται, σχεδὸν γὰρ πάντες λέγουσιν ὅτι ἡ οὕτω καλουμένη “τοῖν δυοῖν χώραιν λύσις“ μόνη τε καὶ ἀναγκαία λύσις ἐστὶν εἰ βουλόμεθα τὴν εἰρήνην οὐ μόνον ἐπανελθεῖν ἀλλὰ καὶ χρονίαν γενέσθαι. κατὰ δὲ τὸν τοῦ Ἰσραῆλ φερέφωνον τοῦτο τὸ αὐτὸ εἴη ἂν καὶ ἆθλόν τι τῇ τρομοκρατίᾳ δοῦναι.